Page 154 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 154

ESQUILO

                     Ἄρτεμιν, ὥστε χθόνα βάκ-
                     τροις ἐπικρούσαντας Ἀτρεί-
                     δας δάκρυ μὴ κατασχεῖν:

                     Χορος                                 ἀντ. δ
                205    ἄναξ δ᾽ ὁ πρέσβυς τότ᾽ εἶπε φωνῶν:
                     ‘βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,
                     βαρεῖα δ᾽, εἰ τέκνον δαΐ-
                     ξω, δόμων ἄγαλμα,
                     μιαίνων παρθενοσφάγοισιν
                210    ῥείθροις πατρῴους χέρας
                     πέλας βωμοῦ: τί τῶνδ᾽ ἄνευ κακῶν,
                     πῶς λιπόναυς γένωμαι
                     ξυμμαχίας ἁμαρτών;
                     παυσανέμου γὰρ θυσίας
                215    παρθενίου θ᾽ αἵματος ὀρ-
                     γᾷ περιόργως ἐπιθυ-
                     μεῖν θέμις. εὖ γὰρ εἴη.’


                     Χορος                                 στρ. ε
                     ἐπεὶ δ᾽ ἀνάγκας ἔδυ λέπαδνον
                     φρενὸς πνέων δυσσεβῆ τροπαίαν
                220    ἄναγνον ἀνίερον, τόθεν
                     τὸ παντότολμον φρονεῖν μετέγνω.
                     βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις
                     τάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δ᾽ οὖν
                     θυτὴρ γενέσθαι θυγατρός,
                225    γυναικοποίνων πολέμων ἀρωγὰν
                     καὶ προτέλεια ναῶν.

                                           9










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   9
        ORISTEADA_0722_v3.indb   9                                   25/07/22   14:45
   149   150   151   152   153   154   155   156   157   158   159