Page 178 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 178

ESQUILO

                485    πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται
                     ταχύπορος: ἀλλὰ ταχύμορον
                     γυναικογήρυτον ὄλλυται κλέος.—

                     Κλυταιμηςτρα
                     τάχ᾽ εἰσόμεσθα λαμπάδων φαεσφόρων
                490    φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς,
                     εἴτ᾽ οὖν ἀληθεῖς εἶτ᾽ ὀνειράτων δίκην
                     τερπνὸν τόδ᾽ ἐλθὸν φῶς ἐφήλωσεν φρένας.
                     κήρυκ᾽ ἀπ᾽ ἀκτῆς τόνδ᾽ ὁρῶ κατάσκιον
                     κλάδοις ἐλαίας: μαρτυρεῖ δέ μοι κάσις
                495    πηλοῦ ξύνουρος διψία κόνις τάδε,
                     ὡς οὔτ᾽ ἄναυδος οὔτε σοι δαίων φλόγα
                     ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός,
                     ἀλλ᾽ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων—
                     τὸν ἀντίον δὲ τοῖσδ᾽ ἀποστέργω λόγον:
                500    εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.—
                     ὅστις τάδ᾽ ἄλλως τῇδ᾽ ἐπεύχεται πόλει,
                     αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.


                     Κηρυξ
                     ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,
                     δεκάτου σε φέγγει τῷδ᾽ ἀφικόμην ἔτους,
                505    πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.
                     οὐ γάρ ποτ᾽ ηὔχουν τῇδ᾽ ἐν Ἀργείᾳ χθονὶ
                     θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.






                                          21










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   21
        ORISTEADA_0722_v3.indb   21                                  25/07/22   14:45
   173   174   175   176   177   178   179   180   181   182   183