Page 176 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 176

ESQUILO

                460    μέριμνα νυκτηρεφές.
                     τῶν πολυκτόνων γὰρ οὐκ
                     ἄσκοποι θεοί. κελαι-
                     ναὶ δ᾽ Ἐρινύες χρόνῳ
                     τυχηρὸν ὄντ᾽ ἄνευ δίκας
                465    παλιντυχεῖ τριβᾷ βίου
                     τιθεῖσ᾽ ἀμαυρόν, ἐν δ᾽ ἀί-
                     στοις τελέθοντος οὔτις ἀλ-
                     κά: τὸ δ᾽ ὑπερκόπως κλύειν
                     εὖ βαρύ: βάλλεται γὰρ ὄσ-
                470    σοις Διόθεν κάρανα.


                     Χορος                                 μεσ.
                     κρίνω δ᾽ ἄφθονον ὄλβον:
                     μήτ᾽ εἴην πτολιπόρθης
                     μήτ᾽ οὖν αὐτὸς ἁλοὺς ὑπ᾽ ἄλ-
                     λων βίον κατίδοιμι.


                     Χορος                                 ἐπῳδ.
                475    πυρὸς δ᾽ ὑπ᾽ εὐαγγέλου
                     πόλιν διήκει θοὰ
                     βάξις: εἰ δ᾽ ἐτήτυμος,
                     τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος.—
                     τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,
                480    φλογὸς παραγγέλμασιν
                     νέοις πυρωθέντα καρδίαν ἔπειτ᾽
                     ἀλλαγᾷ λόγου καμεῖν;—
                     ἐν γυναικὸς αἰχμᾷ πρέπει
                     πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.—

                                          20










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   20
        ORISTEADA_0722_v3.indb   20                                  25/07/22   14:45
   171   172   173   174   175   176   177   178   179   180   181