Page 184 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 184

ESQUILO


                     Χορος
                     ὡς πόλλ᾽ ἀμαυρᾶς ἐκ φρενός μ᾽ ἀναστένειν.


                     Κηρυξ
                     πόθεν τὸ δύσφρον τοῦτ᾽ ἐπῆν θυμῷ στύγος;


                     Χορος
                     πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.


                     Κηρυξ
                     καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;


                     Χορος
                550    ὡς νῦν, τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.


                     Κηρυξ
                     εὖ γὰρ πέπρακται. ταῦτα δ᾽ ἐν πολλῷ χρόνῳ
                     τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,
                     τὰ δ᾽ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν
                     ἅπαντ᾽ ἀπήμων τὸν δι᾽ αἰῶνος χρόνον;
                555    μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,
                     σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ᾽ οὐ
                     στένοντες, †οὐ λαχόντες† ἤματος μέρος;
                     τὰ δ᾽ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος:
                     εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν:








                                          24










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   24
        ORISTEADA_0722_v3.indb   24                                  25/07/22   14:45
   179   180   181   182   183   184   185   186   187   188   189