Page 240 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 240
ESQUILO
καί τίς σε κακοφρονῶν τίθη-
1175 σι δαίμων ὑπερβαρὴς ἐμπίτνων
μελίζειν πάθη γοερὰ θανατοφόρα.
τέρμα δ᾽ ἀμηχανῶ.
Καςανδρα
καὶ μὴν ὁ χρησμὸς οὐκέτ᾽ ἐκ καλυμμάτων
ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην:
1180 λαμπρὸς δ᾽ ἔοικεν ἡλίου πρὸς ἀντολὰς
πνέων ἐσᾴξειν, ὥστε κύματος δίκην
κλύζειν πρὸς αὐγὰς τοῦδε πήματος πολὺ
μεῖζον: φρενώσω δ᾽ οὐκέτ᾽ ἐξ αἰνιγμάτων.
καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν
1185 ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.
τὴν γὰρ στέγην τήνδ᾽ οὔποτ᾽ ἐκλείπει χορὸς
ξύμφθογγος οὐκ εὔφωνος: οὐ γὰρ εὖ λέγει.
καὶ μὴν πεπωκώς γ᾽, ὡς θρασύνεσθαι πλέον,
βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,
1190 δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.
ὑμνοῦσι δ᾽ ὕμνον δώμασιν προσήμεναι
πρώταρχον ἄτην: ἐν μέρει δ᾽ ἀπέπτυσαν
εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.
ἥμαρτον, ἢ θηρῶ τι τοξότης τις ὥς;
1195 ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;
ἐκμαρτύρησον προυμόσας τό μ᾽ εἰδέναι
λόγῳ παλαιὰς τῶνδ᾽ ἁμαρτίας δόμων.
Χορος
καὶ πῶς ἂν ὅρκος, πῆγμα γενναίως παγέν,
52
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 52
ORISTEADA_0722_v3.indb 52 25/07/22 14:45