Page 244 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 244

ESQUILO


                     Καςανδρα
                1210   ἤδη πολίταις πάντ᾽ ἐθέσπιζον πάθη.


                     Χορος
                     πῶς δῆτ᾽ ἄνατος ἦσθα Λοξίου κότῳ;


                     Καςανδρα
                     ἔπειθον οὐδέν᾽ οὐδέν, ὡς τάδ᾽ ἤμπλακον.


                     Χορος
                     ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.


                     Καςανδρα
                     ἰοὺ ἰού, ὢ ὢ κακά.
                1215  ὑπ᾽ αὖ με δεινὸς ὀρθομαντείας πόνος
                     στροβεῖ ταράσσων φροιμίοις δυσφροιμίοις.
                     ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
                     νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;
                     παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
                1220   χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς,
                     σὺν ἐντέροις τε σπλάγχν᾽, ἐποίκτιστον γέμος,
                     πρέπουσ᾽ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
                     ἐκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινὰ
                     λέοντ᾽ ἄναλκιν ἐν λέχει στρωφώμενον
                1225   οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ
                     ἐμῷ: φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν:
                     νεῶν τ᾽ ἄπαρχος Ἰλίου τ᾽ ἀναστάτης
                     οὐκ οἶδεν οἷα γλῶσσα μισητῆς κυνὸς
                     λείξασα κἀκτείνασα φαιδρὸν οὖς, δίκην

                                          54










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   54
        ORISTEADA_0722_v3.indb   54                                  25/07/22   14:45
   239   240   241   242   243   244   245   246   247   248   249