Page 248 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 248

ESQUILO


                     Χορος
                     οὔκ, εἴπερ ἔσται γ᾽: ἀλλὰ μὴ γένοιτό πως.


                     Καςανδρα
                1250   σὺ μὲν κατεύχῃ, τοῖς δ᾽ ἀποκτείνειν μέλει.


                     Χορος
                     τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄγος πορσύνεται;


                     Καςανδρα
                     ἦ κάρτα τἄρ᾽ ἂν παρεκόπης χρησμῶν ἐμῶν


                     Χορος
                     τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.


                     Καςανδρα
                     καὶ μὴν ἄγαν γ᾽ Ἕλλην᾽ ἐπίσταμαι φάτιν.


                     Χορος
                1255   καὶ γὰρ τὰ πυθόκραντα: δυσμαθῆ δ᾽ ὅμως.

                     Καςανδρα
                     παπαῖ, οἷον τὸ πῦρ: ἐπέρχεται δέ μοι.
                     ὀτοτοῖ, Λύκει᾽ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.
                     αὕτη δίπους λέαινα συγκοιμωμένη
                     λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,
                1260   κτενεῖ με τὴν τάλαιναν: ὡς δὲ φάρμακον
                     τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν κότῳ
                     ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον

                                          56










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   56
        ORISTEADA_0722_v3.indb   56                                  25/07/22   14:45
   243   244   245   246   247   248   249   250   251   252   253