Page 252 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 252

ESQUILO

                     ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν
                     πράξασαν ὡς ἔπραξεν, οἳ δ᾽ εἷλον πόλιν
                     οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει,
                1290   ἰοῦσα πράξω: τλήσομαι τὸ κατθανεῖν.
                     Ἅιδου πύλας δὲ τάσδ᾽ ἐγὼ προσεννέπω:
                     ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,
                     ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων
                     ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.


                     Χορος
                1295   ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ᾽ αὖ σοφὴ
                     γύναι, μακρὰν ἔτεινας. εἰ δ᾽ ἐτητύμως
                     μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου
                     βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;


                     Καςανδρα
                     οὐκ ἔστ᾽ ἄλυξις, οὔ, ξένοι, χρόνον πλέω.


                     Χορος
                1300   ὁ δ᾽ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται,

                     Καςανδρα
                     ἥκει τόδ᾽ ἦμαρ: σμικρὰ κερδανῶ φυγῇ.

                     Χορος
                     ἀλλ᾽ ἴσθι τλήμων οὖσ᾽ ἀπ᾽ εὐτόλμου φρενός.


                     Καςανδρα
                     οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.

                                          58










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   58
        ORISTEADA_0722_v3.indb   58                                  25/07/22   14:45
   247   248   249   250   251   252   253   254   255   256   257