Page 256 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 256

ESQUILO


                     Καςανδρα
                     ἀλλ᾽ εἶμι κἀν δόμοισι κωκύσουσ᾽ ἐμὴν
                     Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.
                1315   ἰὼ ξένοι,
                     οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳ
                     ἄλλως θανούσῃ μαρτυρεῖτέ μοι τόδε,
                     ὅταν γυνὴ γυναικὸς ἀντ᾽ ἐμοῦ θάνῃ,
                     ἀνήρ τε δυσδάμαρτος ἀντ᾽ ἀνδρὸς πέσῃ.
                1320   ἐπιξενοῦμαι ταῦτα δ᾽ ὡς θανουμένη.


                     Χορος
                     ὦ τλῆμον, οἰκτίρω σε θεσφάτου μόρου.


                     Καςανδρα
                     ἅπαξ ἔτ᾽ εἰπεῖν ῥῆσιν οὐ θρῆνον θέλω
                     ἐμὸν τὸν αὐτῆς. ἡλίῳ δ᾽ ἐπεύχομαι
                     πρὸς ὕστατον φῶς †τοῖς ἐμοῖς τιμαόροις
                1325   ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ,†
                     δούλης θανούσης, εὐμαροῦς χειρώματος.
                     ἰὼ βρότεια πράγματ᾽: εὐτυχοῦντα μὲν
                     σκιά τις ἂν τρέψειεν: εἰ δὲ δυστυχῇ,
                     βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.
                1330   καὶ ταῦτ᾽ ἐκείνων μᾶλλον οἰκτίρω πολύ.

                     Χορος
                     τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ
                     πᾶσι βροτοῖσιν: δακτυλοδείκτων δ᾽





                                          60










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   60
        ORISTEADA_0722_v3.indb   60                                  25/07/22   14:45
   251   252   253   254   255   256   257   258   259   260   261