Page 260 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 260
ESQUILO
καὶ πρᾶγμ᾽ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.—
—κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν
ψηφίζομαί τι δρᾶν: τὸ μὴ μέλλειν δ᾽ ἀκμή.—
—ὁρᾶν πάρεστι: φροιμιάζονται γὰρ ὡς
1355 τυραννίδος σημεῖα πράσσοντες πόλει.—
—χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος
πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί.—
—οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.
τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.—
1360 —κἀγὼ τοιοῦτός εἰμ᾽, ἐπεὶ δυσμηχανῶ
λόγοισι τὸν θανόντ᾽ ἀνιστάναι πάλιν.—
—ἦ καὶ βίον τείνοντες ὧδ᾽ ὑπείξομεν
δόμων καταισχυντῆρσι τοῖσδ᾽ ἡγουμένοις;—
—ἀλλ᾽ οὐκ ἀνεκτόν,ἀλλὰ κατθανεῖν κρατεῖ:
1365 πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.—
—ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων
μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;—
—σάφ᾽ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι:
τὸ γὰρ τοπάζειν τοῦ σάφ᾽ εἰδέναι δίχα.—
1370 —ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,
τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ᾽ ὅπως.
Κλυταιμηςτρα
πολλῶν πάροιθεν καιρίως εἰρημένων
τἀναντί᾽ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.
62
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 62
ORISTEADA_0722_v3.indb 62 25/07/22 14:45