Page 250 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 250

ESQUILO

                     ἐμῆς ἀγωγῆς ἀντιτείσασθαι φόνον.
                     τί δῆτ᾽ ἐμαυτῆς καταγέλωτ᾽ ἔχω τάδε,
                1265   καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;
                     σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.
                     ἴτ᾽ ἐς φθόρον: πεσόντα γ᾽ ὧδ᾽ ἀμείβομαι.
                     ἄλλην τιν᾽ ἄτης ἀντ᾽ ἐμοῦ πλουτίζετε.
                     ἰδοὺ δ᾽ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ
                1270   χρηστηρίαν ἐσθῆτ᾽, ἐποπτεύσας δέ με
                     κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα
                     φίλων ὑπ᾽ ἐχθρῶν οὐ διχορρόπως, μάτην—
                     καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια
                     πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην—
                1275   καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ
                     ἀπήγαγ᾽ ἐς τοιάσδε θανασίμους τύχας.
                     βωμοῦ πατρῴου δ᾽ ἀντ᾽ ἐπίξηνον μένει,
                     θερμῷ κοπείσης φοινίῳ προσφάγματι.
                     οὐ μὴν ἄτιμοί γ᾽ ἐκ θεῶν τεθνήξομεν.
                1280   ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,
                     μητροκτόνον φίτυμα, ποινάτωρ πατρός:
                     φυγὰς δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος
                     κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις:
                     ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,
                1285   ἄξειν νιν ὑπτίασμα κειμένου πατρός.
                     τί δῆτ᾽ ἐγὼ κάτοικτος ὧδ᾽ ἀναστένω;










                                          57










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   57
        ORISTEADA_0722_v3.indb   57                                  25/07/22   14:45
   245   246   247   248   249   250   251   252   253   254   255