Page 286 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 286
ESQUILO
Χορος
εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.
Αιγιςθος
ἀλλὰ κἀγὼ μὴν πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.
Χορος
δεχομένοις λέγεις θανεῖν σε: τὴν τύχην δ᾽ αἱρούμεθα.
Κλυταιμηςτρα
μηδαμῶς, ὦ φίλτατ᾽ ἀνδρῶν, ἄλλα δράσωμεν κακά.
1655 ἀλλὰ καὶ τάδ᾽ ἐξαμῆσαι πολλά, δύστηνον θέρος.
πημονῆς δ᾽ ἅλις γ᾽ ὑπάρχει: μηδὲν αἱματώμεθα.
στείχετ᾽ αἰδοῖοι γέροντες πρὸς δόμους, πεπρωμένοις τούσδε
πρὶν παθεῖν εἴξαντες ὥρᾳ: χρῆν τάδ᾽ ὡς ἐπράξαμεν.
εἰ δέ τοι μόχθων γένοιτο τῶνδ᾽ ἅλις, δεχοίμεθ᾽ ἄν,
1660 δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι.
ὧδ᾽ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν.
Αιγιςθος
ἀλλὰ τούσδ᾽ ἐμοὶ ματαίαν γλῶσσαν ὧδ᾽ ἀπανθίσαι
κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους,
σώφρονος γνώμης θ᾽ ἁμαρτεῖν τὸν κρατοῦντά θ᾽ ὑβρίσαι.
Χορος
1665 οὐκ ἂν Ἀργείων τόδ᾽ εἴη, φῶτα προσσαίνειν κακόν.
75
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 75
ORISTEADA_0722_v3.indb 75 25/07/22 14:45