Page 284 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 284
ESQUILO
1630 ὁ μὲν γὰρ ἦγε πάντ᾽ ἀπὸ φθογγῆς χαρᾷ,
σὺ δ᾽ ἐξορίνας νηπίοις ὑλάγμασιν
ἄξῃ: κρατηθεὶς δ᾽ ἡμερώτερος φανῇ.
Χορος
ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ,
ὃς οὐκ, ἐπειδὴ τῷδ᾽ ἐβούλευσας μόρον,
1635 δρᾶσαι τόδ᾽ ἔργον οὐκ ἔτλης αὐτοκτόνως.
Αιγιςθος
τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς:
ἐγὼ δ᾽ ὕποπτος ἐχθρὸς ἦ παλαιγενής.
ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι
ἄρχειν πολιτῶν: τὸν δὲ μὴ πειθάνορα
1640 ζεύξω βαρείαις οὔτι μοι σειραφόρον
κριθῶντα πῶλον: ἀλλ᾽ ὁ δυσφιλὴς σκότῳ
λιμὸς ξύνοικος μαλθακόν σφ᾽ ἐπόψεται.
Χορος
τί δὴ τὸν ἄνδρα τόνδ᾽ ἀπὸ ψυχῆς κακῆς
οὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν γυνὴ
1645 χώρας μίασμα καὶ θεῶν ἐγχωρίων
ἔκτειν᾽; Ὀρέστης ἆρά που βλέπει φάος,
ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ
ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;
Αιγιςθος
ἀλλ᾽ ἐπεὶ δοκεῖς τάδ᾽ ἔρδειν καὶ λέγειν, γνώσῃ τάχα
1650 εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.
74
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 74
ORISTEADA_0722_v3.indb 74 25/07/22 14:45