Page 308 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 308
ESQUILO
Ηλεκτρα
ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ:
165 νέου δὲ μύθου τοῦδε κοινωνήσατε:
Χορος
λέγοις ἄν: ὀρχεῖται δὲ καρδία φόβῳ.
Ηλεκτρα
ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.
Χορος
τίνος ποτ᾽ ἀνδρός, ἢ βαθυζώνου κόρης;
Ηλεκτρα
170 εὐξύμβολον τόδ᾽ ἐστὶ παντὶ δοξάσαι.
Χορος
πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.
Ηλεκτρα
οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.
Χορος
ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.
Ηλεκτρα
καὶ μὴν ὅδ᾽ ἐστὶ κάρτ᾽ ἰδεῖν ὁμόπτερος—
Χορος
175 ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.
85
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 85
ORISTEADA_0722_v3.indb 85 25/07/22 14:45