Page 354 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 354

ESQUILO

                     Χορος                                 στρ. γ.
                     ἐπεὶ δ᾽ ἐπεμνασάμαν ἀμειλίχων
                     πόνων, ἄκαιρ᾽ οὐδὲ δυσφιλὲς γαμή-
                625     λευμ᾽ ἀπεύχετον δόμοις
                     γυναικοβούλους τε μήτιδας φρενῶν
                     ἐπ᾽ ἀνδρὶ τευχεσφόρῳ,
                     ἐπ᾽ ἀνδρὶ δᾴοις ἐπεικότως σέβαι.
                     τίω δ᾽ ἀθέρμαντον ἑστίαν δόμων
                630    γυναικείαν τ᾽ ἄτολμον αἰχμάν.

                     Χορος                                 ἀντ. γ.
                     κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον
                     λόγῳ: γοᾶται δὲ δὴ πάθος κατά-
                     πτυστον: ᾔκασεν δέ τις
                     τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.
                635    θεοστυγήτῳ δ᾽ ἄχει
                     βροτῶν ἀτιμωθὲν οἴχεται γένος.
                     σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.
                     τί τῶνδ᾽ οὐκ ἐνδίκως ἀγείρω;

                     Χορος                                 στρ. δ.
                     τὸ δ᾽ ἄγχι πλευμόνων ξίφος
                640    διανταίαν ὀξυπευκὲς οὐτᾷ
                     διαὶ Δίκας. τὸ μὴ θέμις γὰρ οὖν
                     λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς
                645    σέβας παρεκβάντος οὐ θεμιστῶς.






                                          108










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   108
        ORISTEADA_0722_v3.indb   108                                 25/07/22   14:45
   349   350   351   352   353   354   355   356   357   358   359