Page 356 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 356

ESQUILO

                     Χορος                                 ἀντ. δ.
                     Δίκας δ᾽ ἐρείδεται πυθμήν:
                     προχαλκεύει δ᾽ Αἶσα φασγανουργός:
                     τέκνον δ᾽ ἐπεισφέρει δόμοισιν
                650    αἱμάτων παλαιτέρων τίνειν μύσος
                     χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.


                     Ορεςτης
                     παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
                     τίς ἔνδον, ὦ παῖ, παῖ, μάλ᾽ αὖθις, ἐν δόμοις;
                655    τρίτον τόδ᾽ ἐκπέραμα δωμάτων καλῶ,
                     εἴπερ φιλόξεν᾽ ἐστὶν Αἰγίσθου διαί.


                     Οικετης
                     εἶεν, ἀκούω: ποδαπὸς ὁ ξένος; πόθεν;


                     Ορεςτης
                     ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
                     πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
                660    τάχυνε δ᾽, ὡς καὶ νυκτὸς ἅρμ᾽ ἐπείγεται
                     σκοτεινόν, ὥρα δ᾽ ἐμπόρους καθιέναι
                     ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
                     ἐξελθέτω τις δωμάτων τελεσφόρος
                     γυνὴ τόπαρχος, ἄνδρα δ᾽ εὐπρεπέστερον:
                665    αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους
                     λόγους τίθησιν: εἶπε θαρσήσας ἀνὴρ
                     πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.





                                          109










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   109
        ORISTEADA_0722_v3.indb   109                                 25/07/22   14:45
   351   352   353   354   355   356   357   358   359   360   361