Page 360 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 360

ESQUILO


                     Κλυταιμνηςτρα
                     οἲ ‘γώ, κατ᾽ ἄκρας εἶπας ὡς πορθούμεθα.
                     ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,
                     ὡς πόλλ᾽ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα
                     τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,
                695    φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.
                     καὶ νῦν Ὀρέστης—ἦν γὰρ εὐβούλως ἔχων,
                     ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,—
                     νῦν δ᾽ ἥπερ ἐν δόμοισι βακχείας καλῆς
                     ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.


                     Ορεςτης
                700    ἐγὼ μὲν οὖν ξένοισιν ὧδ᾽ εὐδαίμοσιν
                     κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον
                     γνωστὸς γενέσθαι καὶ ξενωθῆναι: τί γὰρ
                     ξένου ξένοισίν ἐστιν εὐμενέστερον;
                     πρὸς δυσσεβείας δ᾽ ἦν ἐμοὶ τόδ᾽ ἐν φρεσίν,
                705    τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,
                     καταινέσαντα καὶ κατεξενωμένον.


                     Κλυταιμνηςτρα
                     οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,
                     οὐδ᾽ ἧσσον ἂν γένοιο δώμασιν φίλος.
                     ἄλλος δ᾽ ὁμοίως ἦλθεν ἂν τάδ᾽ ἀγγελῶν.
                710    ἀλλ᾽ ἔσθ᾽ ὁ καιρὸς ἡμερεύοντας ξένους
                     μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.






                                          111










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   111
        ORISTEADA_0722_v3.indb   111                                 25/07/22   14:45
   355   356   357   358   359   360   361   362   363   364   365