Page 378 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 378
ESQUILO
Αιγιςθος
ἒ ἔ, ὀτοτοτοῖ.
Χορος
870 ἔα ἔα μάλα:
πῶς ἔχει; πῶς κέκρανται δόμοις;
ἀποσταθῶμεν πράγματος τελουμένου,
ὅπως δοκῶμεν τῶνδ᾽ ἀναίτιαι κακῶν
εἶναι: μάχης γὰρ δὴ κεκύρωται τέλος.
ΟΙκΕτης
875 οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου:
οἴμοι μάλ᾽ αὖθις ἐν τρίτοις προσφθέγμασιν.
Αἴγισθος οὐκέτ᾽ ἔστιν. ἀλλ᾽ ἀνοίξατε
ὅπως τάχιστα, καὶ γυναικείους πύλας
μοχλοῖς χαλᾶτε: καὶ μάλ᾽ ἡβῶντος δὲ δεῖ,
880 οὐχ ὡς δ᾽ ἀρῆξαι διαπεπραγμένῳ: τί γάρ;
ἰοὺ ἰού.
κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην
ἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ;
ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλας
αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.
120
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 120
ORISTEADA_0722_v3.indb 120 25/07/22 14:45