Page 376 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 376

ESQUILO


                     Χορος
                     ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
                     ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
                850    ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα.


                     αιγιςθος
                     ἰδεῖν ἐλέγξαι τ᾽ αὖ θέλω τὸν ἄγγελον,
                     εἴτ᾽ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,
                     εἴτ᾽ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
                     οὔτοι φρέν᾽ ἂν κλέψειεν ὠμματωμένην.


                     Χορος
                855    Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι
                     τάδ᾽ ἐπευχομένη κἀπιθεάζουσ᾽,
                     ὑπὸ δ᾽ εὐνοίας
                     πῶς ἴσον εἰποῦσ᾽ ἀνύσωμαι;
                     νῦν γὰρ μέλλουσι μιανθεῖσαι
                860    πειραὶ κοπάνων ἀνδροδαΐκτων
                     ἢ πάνυ θήσειν Ἀγαμεμνονίων
                     οἴκων ὄλεθρον διὰ παντός,
                     ἢ πῦρ καὶ φῶς ἐπ᾽ ἐλευθερίᾳ
                     δαίων ἀρχάς τε πολισσονόμους
                865     πατέρων θ᾽ ἕξει μέγαν ὄλβον.
                     τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
                     δισσοῖς μέλλει θεῖος Ὀρέστης
                     ἅψειν. εἴη δ᾽ ἐπὶ νίκῃ.






                                          119










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   119
        ORISTEADA_0722_v3.indb   119                                 25/07/22   14:45
   371   372   373   374   375   376   377   378   379   380   381