Page 372 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 372
ESQUILO
Χορος ἐφ. β.
τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων
στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,
καί νιν ἐλευθερίας φῶς
λαμπρὸν ἰδεῖν φιλίοις
810 ὄμμασιν ἐκ δνοφερᾶς καλύπτρας.
Χορος ἀντ. β.
ξυλλάβοι δ᾽ ἐνδίκως
παῖς ὁ Μαίας, ἐπεὶ φορώτατος
πρᾶξιν οὐρίαν θέλων:
815 πολλὰ δ᾽ ἄλλα φανεῖ χρηίζων κρυπτά.
ἄσκοπον δ᾽ ἔπος λέγων
νύκτα πρό τ᾽ ὀμμάτων σκότον φέρει,
καθ᾽ ἡμέραν δ᾽ οὐδὲν ἐμφανέστερος.
Χορος στρ. γ.
καὶ τότ᾽ ἤδη κλυτὸν
820 δωμάτων λυτήριον,
θῆλυν οὐριοστάταν
ὁμοῦ κρεκτὸν γοατᾶν νόμον μεθήσομεν
‘πλεῖ τάδ᾽ εὖ:
825 ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδ᾽: ἄ-
τα δ᾽ ἀποστατεῖ φίλων.’
117
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 117
ORISTEADA_0722_v3.indb 117 25/07/22 14:45