Page 370 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 370

ESQUILO

                     Χορος                                 στρ. α.
                     νῦν παραιτουμένᾳ μοι, πάτερ
                     Ζεῦ θεῶν Ὀλυμπίων,
                785    δὸς τύχας τυχεῖν δόμου κυρίως
                     τὰ σώφρον᾽ εὖ μαιομένοις ἰδεῖν.
                     διὰ δίκας πᾶν ἔπος
                     ἔλακον: ὦ Ζεῦ, σύ νιν φυλάσσοις.

                     Χορος                                 ἐφ. α.
                     ἓ ἕ, πρὸ δὲ δὴ ‘χθρῶν
                790    τὸν ἔσωθεν μελάθρων, Ζεῦ,
                     θές, ἐπεί νιν μέγαν ἄρας,
                     δίδυμα καὶ τριπλᾶ
                     παλίμποινα θέλων ἀμείψει.


                     Χορος                                 ἀντ. α
                     ἴσθι δ᾽ ἀνδρὸς φίλου πῶλον εὖ-
                795    νιν ζυγέντ᾽ ἐν ἅρμασιν
                     πημάτων. σὺ δ᾽ ἐν δρόμῳ προστιθεὶς
                     μέτρον κτίσον σῳζόμενον ῥυθμὸν
                     τοῦτ᾽ ἰδεῖν διὰ πέδον
                     ἀνομένων βημάτων ὄρεγμα;

                     Χορος                                 στρ. β.
                800    οἵ τ᾽ ἔσω δωμάτων
                     πλουτογαθῆ μυχὸν νομίζετε,
                     κλῦτε, σύμφρονες θεοί:
                     ἄγετε τῶν πάλαι πεπραγμένων
                     λύσασθ᾽ αἷμα προσφάτοις δίκαις.
                805    γέρων φόνος μηκέτ᾽ ἐν δόμοις τέκοι.

                                          116










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   116
        ORISTEADA_0722_v3.indb   116                                 25/07/22   14:45
   365   366   367   368   369   370   371   372   373   374   375