Page 366 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 366

ESQUILO

                     κἀκ᾽ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
                     καὶ πολλὰ καὶ μοχθήρ᾽ ἀνωφέλητ᾽ ἐμοὶ
                     τλάσῃ:—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
                     τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός:
                755    οὐ γάρ τι φωνεῖ παῖς ἔτ᾽ ὢν ἐν σπαργάνοις,
                     εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία
                     ἔχει: νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
                     τούτων πρόμαντις οὖσα, πολλὰ δ᾽, οἴομαι,
                     ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,
                760    γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.
                     ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
                     ἔχουσ᾽ Ὀρέστην ἐξεδεξάμην πατρί:
                     τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
                     στείχω δ᾽ ἐπ᾽ ἄνδρα τῶνδε λυμαντήριον
                765    οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.


                     Χορος
                     πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;


                     Τροφος
                     ἦ πῶς; λέγ᾽ αὖθις, ὡς μάθω σαφέστερον.


                     Χορος
                     εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.


                     Τροφος
                     ἄγειν κελεύει δορυφόρους ὀπάονας.





                                          114










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   114
        ORISTEADA_0722_v3.indb   114                                 25/07/22   14:45
   361   362   363   364   365   366   367   368   369   370   371