Page 368 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 368
ESQUILO
Χορος
770 μή νυν σὺ ταῦτ᾽ ἄγγελλε δεσπότου στύγει:
ἀλλ᾽ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,
ἄνωχθ᾽ ὅσον τάχιστα γηθούσῃ φρενί.
ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.
Τροφος
ἀλλ᾽ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;
Χορος
775 ἀλλ᾽ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.
Τροφος
καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.
Χορος
οὔπω: κακός γε μάντις ἂν γνοίη τάδε.
Τροφος
τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα;
Χορος
ἄγγελλ᾽ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.
780 μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι.
Τροφος
ἀλλ᾽ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
γένοιτο δ᾽ ὡς ἄριστα σὺν θεῶν δόσει.
115
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 115
ORISTEADA_0722_v3.indb 115 25/07/22 14:45