Page 442 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 442

ESQUILO

                     ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί,
                     ἐξαίρετον δώρημα Θησέως τόκοις:
                     ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα,
                     πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.
                405    πώλοις ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον.
                     καὶ νῦν δ᾽ ὁρῶσα τήνδ᾽ ὁμιλίαν χθονὸς
                     ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα.
                     τίνες ποτ᾽ ἐστέ; πᾶσι δ᾽ ἐς κοινὸν λέγω:
                     βρέτας τε τοὐμὸν τῷδ᾽ ἐφημένῳ ξένῳ,
                410    ὑμᾶς θ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
                     οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας
                     οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν.
                     λέγειν δ᾽ ἄμομφον ὄντα τοὺς πέλας κακῶς
                     πρόσω δικαίων ἠδ᾽ ἀποστατεῖ θέμις.


                     Χορος
                415    πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη.
                     ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα.
                     Ἀραὶ δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.


                     Αθηνα
                     γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους.


                     Χορος
                     τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα.


                     Αθηνα
                420    μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.



                                          151










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   151
        ORISTEADA_0722_v3.indb   151                                 25/07/22   14:45
   437   438   439   440   441   442   443   444   445   446   447