Page 438 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 438
ESQUILO
355 ἀνατροπάς, ὅταν Ἄρης
τιθασὸς ὢν φίλον ἕλῃ,
ἐπὶ τὸν ὧδ᾽ ἱέμεναι
κρατερὸν ὄνθ᾽ ὅμως ἀμαυ-
ροῦμεν ὑφ᾽ αἵματος νέου.
Χορος ἀντ. β.
360 σπεύδομεν αἵδ᾽ ἀφελεῖν τινὰ τάσδε μερίμνας,
θεῶν δ᾽ ἀτέλειαν ἐμαῖς μελέταις ἐπικραίνειν,
μηδ᾽ εἰς ἄγκρισιν ἐλθεῖν:
365 Ζεὺς δ᾽ αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας
ἇς ἀπηξιώσατο.
Χορος στρ. γ.
δόξαι τ᾽ ἀνδρῶν καὶ μάλ᾽ ὑπ᾽ αἰθέρι σεμναὶ
τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι
370 ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχη-
σμοῖς τ᾽ ἐπιφθόνοις ποδός.
Χορος ἐφυμ. γ.
μάλα γὰρ οὖν ἁλομένα
ἀνέκαθεν βαρυπεσῆ
καταφέρω ποδὸς ἀκμάν,
375 σφαλερὰ καὶ τανυδρόμοις
κῶλα, δύσφορον ἄταν.
Χορος ἀντ. γ.
πίπτων δ᾽ οὐκ οἶδεν τόδ᾽ ὑπ᾽ ἄφρονι λύμᾳ:
149
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 149
ORISTEADA_0722_v3.indb 149 25/07/22 14:45