Page 434 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 434

ESQUILO

                     ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ
                     μοῦσαν στυγερὰν
                     ἀποφαίνεσθαι δεδόκηκεν,
                310    λέξαι τε λάχη τὰ κατ᾽ ἀνθρώπους
                     ὡς ἐπινωμᾷ στάσις ἁμά.
                     εὐθυδίκαιοι δ᾽ οἰόμεθ᾽ εἶναι:
                     τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ᾽
                     οὔτις ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν,
                315    ἀσινὴς δ᾽ αἰῶνα διοιχνεῖ:
                     ὅστις δ᾽ ἀλιτὼν ὥσπερ ὅδ᾽ ἁνὴρ
                     χεῖρας φονίας ἐπικρύπτει,
                     μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν
                     παραγιγνόμεναι πράκτορες αἵματος
                320    αὐτῷ τελέως ἐφάνημεν.


                     Χορος                                 στρ. α.
                     μᾶτερ ἅ μ᾽ ἔτικτες, ὦ μᾶτερ
                     Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν
                     ποινάν, κλῦθ᾽. ὁ Λατοῦς γὰρ ἶ-
                     νίς μ᾽ ἄτιμον τίθησιν
                325    τόνδ᾽ ἀφαιρούμενος
                     πτῶκα, ματρῷον ἅ-
                     γνισμα κύριον φόνου.

                     Χορος                                 ἐφυμν. α.
                     ἐπὶ δὲ τῷ τεθυμένῳ
                     τόδε μέλος, παρακοπά,
                330    παραφορὰ φρενοδαλής,
                     ὕμνος ἐξ Ἐρινύων,

                                          147










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   147
        ORISTEADA_0722_v3.indb   147                                 25/07/22   14:45
   429   430   431   432   433   434   435   436   437   438   439