Page 430 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 430

ESQUILO

                     περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου
                260    ὑπόδικος θέλει γενέσθαι χρεῶν.
                     τὸ δ᾽ οὐ πάρεστιν: αἷμα μητρῷον χαμαὶ
                     δυσαγκόμιστον, παπαῖ,
                     τὸ διερὸν πέδοι χύμενον οἴχεται.
                     ἀλλ᾽ ἀντιδοῦναι δεῖ σ᾽ ἀπὸ ζῶντος ῥοφεῖν
                265    ἐρυθρὸν ἐκ μελέων πέλανον: ἀπὸ δὲ σοῦ
                     φεροίμαν βοσκὰν πώματος δυσπότου:
                     καὶ ζῶντά σ᾽ ἰσχνάνασ᾽ ἀπάξομαι κάτω,
                     ἀντίποιν᾽ ὡς τίνῃς ματροφόνου δύας.
                     ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν
                270    ἢ θεὸν ἢ ξένον
                     τιν᾽ ἀσεβῶν† ἢ τοκέας φίλους,
                     ἔχονθ᾽ ἕκαστον τῆς δίκης ἐπάξια.
                     μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν
                     ἔνερθε χθονός,
                275    δελτογράφῳ δὲ πάντ᾽ ἐπωπᾷ φρενί.


                     Ορεςτης
                     ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι
                     πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη
                     σιγᾶν θ᾽ ὁμοίως: ἐν δὲ τῷδε πράγματι
                     φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου.
                280    βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,
                     μητροκτόνον μίασμα δ᾽ ἔκπλυτον πέλει:
                     ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ
                     Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.
                     πολὺς δέ μοι γένοιτ᾽ ἂν ἐξ ἀρχῆς λόγος,
                285    ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.

                                          145










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   145
        ORISTEADA_0722_v3.indb   145                                 25/07/22   14:45
   425   426   427   428   429   430   431   432   433   434   435