Page 428 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 428

ESQUILO

                     ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,
                     οὐ προστρόπαιον οὐδ᾽ ἀφοίβαντον χέρα,
                     ἀλλ᾽ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸς
                     ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.
                240    ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,
                     σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,
                     πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.
                     αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.


                     Χορος
                     εἶεν: τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.
                245    ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.
                     τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν
                     πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.
                     πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ
                     σπλάγχνον: χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,
                250    ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν
                     ἦλθον διώκουσ᾽, οὐδὲν ὑστέρα νεώς.
                     καὶ νῦν ὅδ᾽ ἐνθάδ᾽ ἐστί που καταπτακών.
                     ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.

                     Χορος
                     ὅρα ὅρα μάλ᾽ αὖ,
                255    λεύσσετε πάντα, μὴ
                     λάθῃ φύγδα βὰς
                     ὁ ματροφόνος ἀτίτας.
                     ὁ δ᾽ αὖτέ γ᾽ οὖν ἀλκὰν ἔχων





                                          144










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   144
        ORISTEADA_0722_v3.indb   144                                 25/07/22   14:45
   423   424   425   426   427   428   429   430   431   432   433