Page 432 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 432

ESQUILO

                     χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.
                     καὶ νῦν ἀφ᾽ ἁγνοῦ στόματος εὐφήμως καλῶ
                     χώρας ἄνασσαν τῆσδ᾽ Ἀθηναίαν ἐμοὶ
                     μολεῖν ἀρωγόν: κτήσεται δ᾽ ἄνευ δορὸς
                290    αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν
                     πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.
                     ἀλλ᾽ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς,
                     Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,
                     τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,
                295    φίλοις ἀρήγουσ᾽, εἴτε Φλεγραίαν πλάκα
                     θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,
                     ἔλθοι—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός—
                     ὅπως γένοιτο τῶνδ᾽ ἐμοὶ λυτήριος.

                     Χορος
                     οὔτοι σ᾽ Ἀπόλλων οὐδ᾽ Ἀθηναίας σθένος
                300    ῥύσαιτ᾽ ἂν ὥστε μὴ οὐ παρημελημένον
                     ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ᾽ ὅπου φρενῶν,
                     ἀναίματον βόσκημα δαιμόνων, σκιάν.
                     οὐδ᾽ ἀντιφωνεῖς, ἀλλ᾽ ἀποπτύεις λόγους,
                     ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;
                305    καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς:
                     ὕμνον δ᾽ ἀκούσῃ τόνδε δέσμιον σέθεν.











                                          146










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   146
        ORISTEADA_0722_v3.indb   146                                 25/07/22   14:45
   427   428   429   430   431   432   433   434   435   436   437