Page 436 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 436
ESQUILO
δέσμιος φρενῶν, ἀφόρ-
μικτος, αὐονὰ βροτοῖς.
Χορος ἀντ. α.
τοῦτο γὰρ λάχος διανταία
335 Μοῖρ᾽ ἐπέκλωσεν ἐμπέδως ἔχειν,
θνατῶν τοῖσιν αὐτουργίαι
ξυμπέσωσιν μάταιοι,
τοῖς ὁμαρτεῖν, ὄφρ᾽ ἂν
γᾶν ὑπέλθῃ: θανὼν δ᾽
340 οὐκ ἄγαν ἐλεύθερος.
Χορος ἐφυμν. α.
ἐπὶ δὲ τῷ τεθυμένῳ
τόδε μέλος, παρακοπά,
παραφορὰ φρενοδαλής,
ὕμνος ἐξ Ἐρινύων,
345 δέσμιος φρενῶν, ἀφόρ-
μικτος, αὐονὰ βροτοῖς.
Χορος στρ. β.
γιγνομέναισι λάχη τάδ᾽ ἐφ᾽ ἁμὶν ἐκράνθη:
350 ἀθανάτων δ᾽ ἀπέχειν χέρας, οὐδέ τις ἐστί
συνδαίτωρ μετάκοινος:
παλλεύκων δὲ πέπλων ἀπόμοιρος ἄκληρος ἐτύχθην.
Χορος ἐφυμ. β.
δωμάτων γὰρ εἱλόμαν
148
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 148
ORISTEADA_0722_v3.indb 148 25/07/22 14:45