Page 440 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 440

ESQUILO

                     τοῖον γὰρ ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται,
                     καὶ δνοφεράν τιν᾽ ἀχλὺν κατὰ δώματος αὐδᾶ-
                380    ται πολύστονος φάτις.

                     Χορος                                 στρ. δ.
                     μένει γάρ. εὐμήχανοί
                     τε καὶ τέλειοι, κακῶν
                     τε μνήμονες, σεμναὶ
                     καὶ δυσπαρήγοροι βροτοῖς,
                385    ἄτιμ᾽ ἀτίετα διόμεναι
                     λάχη θεῶν διχοστατοῦντ᾽ ἀνηλίῳ
                     λάμπᾳ, δυσοδοπαίπαλα
                     δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.

                     Χορος                                 ἀντ. δ.
                     τίς οὖν τάδ᾽ οὐχ ἅζεταί
                390    τε καὶ δέδοικεν βροτῶν,
                     ἐμοῦ κλύων θεσμὸν
                     τὸν μοιρόκραντον ἐκ θεῶν
                     δοθέντα τέλεον; ἔτι δέ μοι
                     μένει γέρας παλαιόν, οὐδ᾽ ἀτιμίας
                395    κύρω, καίπερ ὑπὸ χθόνα
                     τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.

                     Αθηνα
                     πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
                     ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,
                     ἣν δῆτ᾽ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,
                400    τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,

                                          150










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   150
        ORISTEADA_0722_v3.indb   150                                 25/07/22   14:45
   435   436   437   438   439   440   441   442   443   444   445