Page 468 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 468

ESQUILO

                     τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.
                     ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,
                     ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.

                     Χορος
                640    πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ:
                     αὐτὸς δ᾽ ἔδησε πατέρα πρεσβύτην Κρόνον.
                     πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;
                     ὑμᾶς δ᾽ ἀκούειν ταῦτ᾽ ἐγὼ μαρτύρομαι.


                     Απολλων
                     ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,
                645    πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδ᾽ ἄκος
                     καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος:
                     ἀνδρὸς δ᾽ ἐπειδὰν αἷμ᾽ ἀνασπάσῃ κόνις
                     ἅπαξ θανόντος, οὔτις ἔστ᾽ ἀνάστασις.
                     τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ
                650    οὑμός, τὰ δ᾽ ἄλλα πάντ᾽ ἄνω τε καὶ κάτω
                     στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.


                     Χορος
                     πῶς γὰρ τὸ φεύγειν τοῦδ᾽ ὑπερδικεῖς ὅρα:
                     τὸ μητρὸς αἷμ᾽ ὅμαιμον ἐκχέας πέδοι
                     ἔπειτ᾽ ἐν Ἄργει δώματ᾽ οἰκήσει πατρός;
                655    ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;
                     ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;






                                          164










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   164
        ORISTEADA_0722_v3.indb   164                                 25/07/22   14:45
   463   464   465   466   467   468   469   470   471   472   473