Page 164 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 164

ESQUILO

                     πορθμοῦ κάτοπτον πρῶν᾽ ὑπερβάλλειν πρόσω
                     φλέγουσαν: ἔστ᾽ ἔσκηψεν εὖτ᾽ ἀφίκετο
                     Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς:
                310    κἄπειτ᾽ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
                     φάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός.
                     τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,
                     ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι:
                     νικᾷ δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
                315    τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγω
                     ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.


                     Χορος
                     θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
                     λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
                     διηνεκῶς θέλοιμ᾽ ἂν ὡς λέγοις πάλιν.


                     Κλυταιμηςτρα
                320    Τροίαν Ἀχαιοὶ τῇδ᾽ ἔχουσ᾽ ἐν ἡμέρᾳ.
                     οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.
                     ὄξος τ᾽ ἄλειφά τ᾽ ἐγχέας ταὐτῷ κύτει
                     διχοστατοῦντ᾽ ἄν, οὐ φίλω, προσεννέποις.
                     καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
                325    φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.
                     οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
                     ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων
                     παῖδες γερόντων οὐκέτ᾽ ἐξ ἐλευθέρου
                     δέρης ἀποιμώζουσι φιλτάτων μόρον:
                330    τοὺς δ᾽ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος



                                          14










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   14
        ORISTEADA_0722_v3.indb   14                                  25/07/22   14:45
   159   160   161   162   163   164   165   166   167   168   169