Page 166 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 166

ESQUILO

                     νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις
                     τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον
                     ἀλλ᾽ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.
                     ἐν δ᾽ αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν
                335    ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων
                     δρόσων τ᾽ ἀπαλλαγέντες, ὡς δ᾽ εὐδαίμονες
                     ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.
                     εἰ δ᾽ εὖ σέβουσι τοὺς πολισσούχους θεοὺς
                     τοὺς τῆς ἁλούσης γῆς θεῶν θ᾽ ἱδρύματα,
                340    οὔ τἂν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν.
                     ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ
                     πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους.
                     δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας
                     κάμψαι διαύλου θάτερον κῶλον πάλιν:
                345    θεοῖς δ᾽ ἀναμπλάκητος εἰ μόλοι στρατός,
                     ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων
                     γένοιτ᾽ ἄν, εἰ πρόσπαια μὴ τύχοι κακά.
                     τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις:
                     τὸ δ᾽ εὖ κρατοίη μὴ διχορρόπως ἰδεῖν.
                350    πολλῶν γὰρ ἐσθλῶν τήνδ᾽ ὄνησιν εἱλόμην.

                     Χορος
                     γύναι, κατ᾽ ἄνδρα σώφρον᾽ εὐφρόνως λέγεις.
                     ἐγὼ δ᾽ ἀκούσας πιστά σου τεκμήρια
                     θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι.
                     χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
                355    ὦ Ζεῦ βασιλεῦ καὶ Nὺξ φιλία
                     μεγάλων κόσμων κτεάτειρα,
                     ἥτ᾽ ἐπὶ Τροίας πύργοις ἔβαλες

                                          15










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   15
        ORISTEADA_0722_v3.indb   15                                  25/07/22   14:45
   161   162   163   164   165   166   167   168   169   170   171