Page 162 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 162

ESQUILO


                     Κλυταιμηςτρα
                     Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
                     φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ᾽ ἀγγάρου πυρὸς
                     ἔπεμπεν: Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
                     Λήμνου: μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
                285    Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
                     ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
                     ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
                     *****
                     †πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
                     σέλας παραγγείλασα Μακίστου σκοπαῖς:
                290    ὁ δ᾽ οὔτι μέλλων οὐδ᾽ ἀφρασμόνως ὕπνῳ
                     νικώμενος παρῆκεν ἀγγέλου μέρος:
                     ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ᾽ Εὐρίπου ῥοὰς
                     Μεσσαπίου φύλαξι σημαίνει μολόν.
                     οἱ δ᾽ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω
                295    γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
                     σθένουσα λαμπὰς δ᾽ οὐδέπω μαυρουμένη,
                     ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην
                     φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
                     ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
                300    φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
                     φρουρὰ πλέον καίουσα τῶν εἰρημένων:
                     λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος:
                     ὄρος τ᾽ ἐπ᾽ Αἰγίπλαγκτον ἐξικνούμενον
                     ὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός.
                305    πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνῳ μένει
                     φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ



                                          13










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   13
        ORISTEADA_0722_v3.indb   13                                  25/07/22   14:45
   157   158   159   160   161   162   163   164   165   166   167