Page 212 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 212

ESQUILO

                885    βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον.
                     τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.
                     ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι
                     πηγαὶ κατεσβήκασιν, οὐδ᾽ ἔνι σταγών.
                     ἐν ὀψικοίτοις δ᾽ ὄμμασιν βλάβας ἔχω
                890    τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας
                     ἀτημελήτους αἰέν. ἐν δ᾽ ὀνείρασιν
                     λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην
                     ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη
                     ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.
                895    νῦν ταῦτα πάντα τλᾶσ᾽ ἀπενθήτῳ φρενὶ
                     λέγοιμ᾽ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,
                     σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης
                     στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί,
                     καὶ γῆν φανεῖσαν ναυτίλοις παρ᾽ ἐλπίδα,
                900    κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος,
                     ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος:
                     τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.
                     τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν.
                     φθόνος δ᾽ ἀπέστω: πολλὰ γὰρ τὰ πρὶν κακὰ
                905    ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα,
                     ἔκβαιν᾽ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς
                     τὸν σὸν πόδ᾽, ὦναξ, Ἰλίου πορθήτορα.
                     δμῳαί, τί μέλλεθ᾽, αἷς ἐπέσταλται τέλος
                     πέδον κελεύθου στρωννύναι πετάσμασιν;
                910    εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος
                     ἐς δῶμ᾽ ἄελπτον ὡς ἂν ἡγῆται δίκη.





                                          38










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   38
        ORISTEADA_0722_v3.indb   38                                  25/07/22   14:45
   207   208   209   210   211   212   213   214   215   216   217