Page 214 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 214

ESQUILO

                     τὰ δ᾽ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη
                     θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα.


                     Αγαμεμνων
                     Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,
                915    ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ:
                     μακρὰν γὰρ ἐξέτεινας: ἀλλ᾽ ἐναισίμως
                     αἰνεῖν, παρ᾽ ἄλλων χρὴ τόδ᾽ ἔρχεσθαι γέρας:
                     καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ
                     ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην
                920    χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί,
                     μηδ᾽ εἵμασι στρώσασ᾽ ἐπίφθονον πόρον
                     τίθει: θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών:
                     ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν
                     βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.
                925    λέγω κατ᾽ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.
                     χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων
                     κληδὼν ἀυτεῖ: καὶ τὸ μὴ κακῶς φρονεῖν
                     θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ
                     βίον τελευτήσαντ᾽ ἐν εὐεστοῖ φίλῃ.
                930    εἰ πάντα δ᾽ ὣς πράσσοιμ᾽ ἄν, εὐθαρσὴς ἐγώ.


                     κλυταιμηςτρα
                     καὶ μὴν τόδ᾽ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.


                     Αγαμεμνων
                     γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ᾽ ἐμέ.





                                          39










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   39
        ORISTEADA_0722_v3.indb   39                                  25/07/22   14:45
   209   210   211   212   213   214   215   216   217   218   219