Page 218 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 218

ESQUILO


                     Κλυταιμηςτρα
                     πιθοῦ: κράτος μέντοι πάρες γ᾽ ἑκὼν ἐμοί.


                     Αγαμεμνων
                     ἀλλ᾽ εἰ δοκεῖ σοι ταῦθ᾽, ὑπαί τις ἀρβύλας
                945    λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός.
                     καὶ τοῖσδέ μ᾽ ἐμβαίνονθ᾽ ἁλουργέσιν θεῶν
                     μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.
                     πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν
                     φθείροντα πλοῦτον ἀργυρωνήτους θ᾽ ὑφάς.
                950    τούτων μὲν οὕτω: τὴν ξένην δὲ πρευμενῶς
                     τήνδ᾽ ἐσκόμιζε: τὸν κρατοῦντα μαλθακῶς
                     θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
                     ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.
                     αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον
                955    ἄνθος, στρατοῦ δώρημ᾽, ἐμοὶ ξυνέσπετο.
                     ἐπεὶ δ᾽ ἀκούειν σοῦ κατέστραμμαι τάδε,
                     εἶμ᾽ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.


                     Κλυταιμηςτρα
                     ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;
                     τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον
                960    κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.
                     οἶκος δ᾽ ὑπάρχει τῶνδε σὺν θεοῖς ἅλις
                     ἔχειν: πένεσθαι δ᾽ οὐκ ἐπίσταται δόμος.








                                          41










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   41
        ORISTEADA_0722_v3.indb   41                                  25/07/22   14:45
   213   214   215   216   217   218   219   220   221   222   223