Page 220 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 220

ESQUILO

                     πολλῶν πατησμὸν δ᾽ εἱμάτων ἂν ηὐξάμην,
                     δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,
                965    ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ.
                     ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ᾽ ἐς δόμους,
                     σκιὰν ὑπερτείνασα σειρίου κυνός.
                     καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,
                     θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν:
                970    ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ᾽ ὄμφακος πικρᾶς
                     οἶνον, τότ᾽ ἤδη ψῦχος ἐν δόμοις πέλει,
                     ἀνδρὸς τελείου δῶμ᾽ ἐπιστρωφωμένου.
                     Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει:
                     μέλοι δέ τοι σοὶ τῶν περ ἂν μέλλῃς τελεῖν.

                     Χορος                                 στρ. α.
                975    τίπτε μοι τόδ᾽ ἐμπέδως
                     δεῖμα προστατήριον
                     καρδίας τερασκόπου ποτᾶται,
                     μαντιπολεῖ δ᾽ ἀκέλευστος ἄμισθος ἀοιδά,
                980    οὐδ᾽ ἀποπτύσαι δίκαν
                     δυσκρίτων ὀνειράτων
                     θάρσος εὐπειθὲς ἵ-
                     ζει φρενὸς φίλον θρόνον;
                     χρόνος δ᾽ ἐπὶ πρυμνησίων ξυνεμβολαῖς
                985    ψαμμί᾽ ἀκτᾶς παρή-










                                          42










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   42
        ORISTEADA_0722_v3.indb   42                                  25/07/22   14:45
   215   216   217   218   219   220   221   222   223   224   225