Page 224 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 224

ESQUILO

                     πολλά τοι δόσις ἐκ Διὸς ἀμφιλ-
                1015  αφής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν
                     νῆστιν ὤλεσεν νόσον.

                     Χορος                                 ἀντ. β.
                     τὸ δ᾽ ἐπὶ γᾶν πεσὸν ἅπαξ θανάσιμον
                1020  πρόπαρ ἀνδρὸς μέλαν αἷμα τίς ἂν
                     πάλιν ἀγκαλέσαιτ᾽ ἐπαείδων;
                     οὐδὲ τὸν ὀρθοδαῆ
                     τῶν φθιμένων ἀνάγειν
                     Ζεὺς ἀπέπαυσεν ἐπ᾽ εὐλαβείᾳ;
                1025  εἰ δὲ μὴ τεταγμένα
                     μοῖρα μοῖραν ἐκ θεῶν
                     εἶργε μὴ πλέον φέρειν,
                     προφθάσασα καρδία
                     γλῶσσαν ἂν τάδ᾽ ἐξέχει.
                1030  νῦν δ᾽ ὑπὸ σκότῳ βρέμει
                     θυμαλγής τε καὶ οὐδὲν ἐπελπομέ-
                     να ποτὲ καίριον ἐκτολυπεύσειν
                     ζωπυρουμένας φρενός.

                     Κλυταιμηςτρα
                1035   εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω,
                     ἐπεί σ᾽ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις
                     κοινωνὸν εἶναι χερνίβων, πολλῶν μέτα
                     δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας:
                     ἔκβαιν᾽ ἀπήνης τῆσδε, μηδ᾽ ὑπερφρόνει.





                                          44










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   44
        ORISTEADA_0722_v3.indb   44                                  25/07/22   14:45
   219   220   221   222   223   224   225   226   227   228   229