Page 228 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 228

ESQUILO

                1060   εἰ δ᾽ ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον,
                     σὺ δ᾽ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.


                     Χορος
                     ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ
                     δεῖσθαι: τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.


                     Κλυταιμηςτρα
                     ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,
                1065   ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον
                     ἥκει, χαλινὸν δ᾽ οὐκ ἐπίσταται φέρειν,
                     πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.
                     οὐ μὴν πλέω ῥίψασ᾽ ἀτιμασθήσομαι.

                     Χορος
                     ἐγὼ δ᾽, ἐποικτίρω γάρ, οὐ θυμώσομαι.
                1070   ἴθ᾽, ὦ τάλαινα, τόνδ᾽ ἐρημώσασ᾽ ὄχον,
                     εἴκουσ᾽ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.


                     Καςανδρα                              στρ. α.
                     ὀτοτοτοῖ πόποι δᾶ.
                     Ὦπολλον Ὦπολλον.


                     Χορος
                     τί ταῦτ᾽ ἀνωτότυξας ἀμφὶ Λοξίου;
                1075   οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.






                                          46










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   46
        ORISTEADA_0722_v3.indb   46                                  25/07/22   14:45
   223   224   225   226   227   228   229   230   231   232   233