Page 232 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 232
ESQUILO
Χορος
ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην
εἶναι, ματεύει δ᾽ ὧν ἀνευρήσει φόνον.
Καςανδρα ἀντ. γ.
1095 μαρτυρίοισι γὰρ τοῖσδ᾽ ἐπιπείθομαι:
κλαιόμενα τάδε βρέφη σφαγάς,
ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.
Χορος
τὸ μὲν κλέος σοῦ μαντικὸν πεπυσμένοι
ἦμεν: προφήτας δ᾽ οὔτινας ματεύομεν.
Καςανδρα στρ. δ.
1100 ἰὼ πόποι, τί ποτε μήδεται;
τί τόδε νέον ἄχος μέγα
μέγ᾽ ἐν δόμοισι τοῖσδε μήδεται κακὸν
ἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δ᾽
ἑκὰς ἀποστατεῖ.
Χορος
1105 τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.
ἐκεῖνα δ᾽ ἔγνων: πᾶσα γὰρ πόλις βοᾷ.
Καςανδρα ἀντ. δ.
ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς,
τὸν ὁμοδέμνιον πόσιν
λουτροῖσι φαιδρύνασα—πῶς φράσω τέλος;
1110 τάχος γὰρ τόδ᾽ ἔσται: προτείνει δὲ χεὶρ ἐκ
χερὸς ὀρέγματα.
48
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 48
ORISTEADA_0722_v3.indb 48 25/07/22 14:45