Page 234 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 234
ESQUILO
Χορος
οὔπω ξυνῆκα: νῦν γὰρ ἐξ αἰνιγμάτων
ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.
Καςανδρα στρ. ε.
ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;
1115 ἦ δίκτυόν τί γ᾽ Ἅιδου;
ἀλλ᾽ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία
φόνου. στάσις δ᾽ ἀκόρετος γένει
κατολολυξάτω θύματος λευσίμου.
Χορος
ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃ
1120 ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.
ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς
σταγών, ἅτε καιρία πτώσιμος
ξυνανύτει βίου δύντος αὐγαῖς:
ταχεῖα δ᾽ ἄτα πέλει.
Καςανδρα ἀντ. ε.
1125 ἆ ἆ, ἰδοὺ ἰδού: ἄπεχε τῆς βοὸς
τὸν ταῦρον: ἐν πέπλοισι
μελαγκέρῳ λαβοῦσα μηχανήματι
τύπτει: πίτνει δ᾽ ἐν ἐνύδρῳ τεύχει.
δολοφόνου λέβητος τύχαν σοι λέγω.
Χορος
1130 οὐ κομπάσαιμ᾽ ἂν θεσφάτων γνώμων ἄκρος
εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.
49
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 49
ORISTEADA_0722_v3.indb 49 25/07/22 14:45