Page 230 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 230

ESQUILO

                     Καςανδρα                              ἀντ. α.
                     ὀτοτοτοῖ πόποι δᾶ.
                     Ὦπολλον Ὦπολλον.


                     Χορος
                     ἡ δ᾽ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
                     οὐδὲν προσήκοντ᾽ ἐν γόοις παραστατεῖν.

                     Καςανδρα                              στρ. β.
                1080   Ἄπολλον Ἄπολλον
                     ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός.
                     ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.


                     Χορος
                     χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
                     μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.

                     Καςανδρα                              ἀντ. β.
                1085   Ἄπολλον Ἄπολλον
                     ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός.
                     ἆ ποῖ ποτ᾽ ἤγαγές με; πρὸς ποίαν στέγην;


                     Χορος
                     πρὸς τὴν Ἀτρειδῶν: εἰ σὺ μὴ τόδ᾽ ἐννοεῖς,
                     ἐγὼ λέγω σοι: καὶ τάδ᾽ οὐκ ἐρεῖς ψύθη.


                     Καςανδρα                              στρ. γ
                1090   μισόθεον μὲν οὖν, πολλὰ συνίστορα
                     αὐτόφονα κακὰ καρατόμα,
                     ἀνδροσφαγεῖον καὶ πεδορραντήριον.

                                          47










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   47
        ORISTEADA_0722_v3.indb   47                                  25/07/22   14:45
   225   226   227   228   229   230   231   232   233   234   235