Page 208 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 208

ESQUILO

                     φίλον τὸν εὐτυχοῦντ᾽ ἄνευ φθόνου σέβειν.
                     δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος
                835    ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον,
                     τοῖς τ᾽ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται
                     καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.
                     εἰδὼς λέγοιμ᾽ ἄν, εὖ γὰρ ἐξεπίσταμαι
                     ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς
                840    δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.
                     μόνος δ᾽ Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει,
                     ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος:
                     εἴτ᾽ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι
                     λέγω. τὰ δ᾽ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς
                845    κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει
                     βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον
                     ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον:
                     ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,
                     ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως
                850    πειρασόμεσθα πῆμ᾽ ἀποστρέψαι νόσου.
                     νῦν δ᾽ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους
                     ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι,
                     οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.
                     νίκη δ᾽ ἐπείπερ ἕσπετ᾽, ἐμπέδως μένοι.


                     Κλυταιμηςτρα
                855    ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε,








                                          36










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   36
        ORISTEADA_0722_v3.indb   36                                  25/07/22   14:45
   203   204   205   206   207   208   209   210   211   212   213