Page 274 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 274
ESQUILO
Χορος ἐφυμν. β.
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
πῶς σε δακρύσω;
1515 φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;
κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον
δολίῳ μόρῳ δαμεὶς ˂δάμαρτος˃
1520 ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
Κλυταιμηςτρα
οὔτ᾽ ἀνελεύθερον οἶμαι θάνατον
τῷδε γενέσθαι.
οὐδὲ γὰρ οὗτος δολίαν ἄτην
οἴκοισιν ἔθηκ᾽;
1525 ἀλλ᾽ ἐμὸν ἐκ τοῦδ᾽ ἔρνος ἀερθέν.
τὴν πολυκλαύτην Ἰφιγενείαν,
ἄξια δράσας ἄξια πάσχων
μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,
ξιφοδηλήτῳ,
θανάτῳ τείσας ἅπερ ἦρξεν.
Χορος στρ. δ.
1530 ἀμηχανῶ φροντίδος στερηθεὶς
εὐπάλαμον μέριμναν
ὅπα τράπωμαι, πίτνοντος οἴκου.
δέδοικα δ᾽ ὄμβρου κτύπον δομοσφαλῆ
τὸν αἱματηρόν: ψακὰς δὲ λήγει.
1535 δίκην δ᾽ ἐπ᾽ ἄλλο πρᾶγμα θηγάνει βλάβης
πρὸς ἄλλαις θηγάναισι μοῖρα.
69
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 69
ORISTEADA_0722_v3.indb 69 25/07/22 14:45