Page 272 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 272

ESQUILO

                     Χορος                                 ἐφυμν. β.
                     ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
                1490   πῶς σε δακρύσω;
                     φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;
                     κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽
                     ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
                     ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον
                1495   δολίῳ μόρῳ δαμεὶς δάμαρτος
                     ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.


                     Κλυταιμηςτρα
                     αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν;
                     μηδ᾽ ἐπιλεχθῇς
                     Ἀγαμεμνονίαν εἶναί μ᾽ ἄλοχον.
                1500   φανταζόμενος δὲ γυναικὶ νεκροῦ
                     τοῦδ᾽ ὁ παλαιὸς δριμὺς ἀλάστωρ
                     Ἀτρέως χαλεποῦ θοινατῆρος
                     τόνδ᾽ ἀπέτεισεν,
                     τέλεον νεαροῖς ἐπιθύσας.

                     Χορος                                 ἀντ. γ.
                1505   ὡς μὲν ἀναίτιος εἶ
                     τοῦδε φόνου τίς ὁ μαρτυρήσων;
                     πῶς πῶς; πατρόθεν δὲ συλλή-
                     πτωρ γένοιτ᾽ ἂν ἀλάστωρ.
                     βιάζεται δ᾽ ὁμοσπόροις
                1510   ἐπιρροαῖσιν αἱμάτων
                     μέλας Ἄρης, ὅποι δίκαν προβαίνων
                     πάχνᾳ κουροβόρῳ παρέξει.

                                          68










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   68
        ORISTEADA_0722_v3.indb   68                                  25/07/22   14:45
   267   268   269   270   271   272   273   274   275   276   277