Page 268 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 268

ESQUILO

                     ἰσοτριβής. ἄτιμα δ᾽ οὐκ ἐπραξάτην.
                     ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκην
                1445   τὸν ὕστατον μέλψασα θανάσιμον γόον
                     κεῖται, φιλήτωρ τοῦδ᾽: ἐμοὶ δ᾽ ἐπήγαγεν
                     εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῆς.

                     Χορος                                 στρ. β.
                     φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,
                     μηδὲ δεμνιοτήρης,
                1450   μόλοι τὸν αἰεὶ φέρουσ᾽ ἐν ἡμῖν
                     Μοῖρ᾽ ἀτέλευτον ὕπνον, δαμέντος
                     φύλακος εὐμενεστάτου καὶ
                     πολλὰ τλάντος γυναικὸς διαί:
                     πρὸς γυναικὸς δ᾽ ἀπέφθισεν βίον.


                     Χορος                                 ἐφυμν. α.
                1455   ἰὼ ἰὼ παράνους Ἑλένα
                     μία τὰς πολλάς, τάς πάνυ πολλὰς
                     ψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίᾳ.
                     νῦν δὲ τελέαν πολύμναστον ἐπηνθίσω
                1460   δι᾽ αἷμ᾽ ἄνιπτον. ἦ τις ἦν τότ᾽ ἐν δόμοις
                     ἔρις ἐρίδματος ἀνδρὸς οἰζύς.


                     Κλυταιμηςτρα
                     μηδὲν θανάτου μοῖραν ἐπεύχου
                     τοῖσδε βαρυνθείς:
                     μηδ᾽ εἰς Ἑλένην κότον ἐκτρέψῃς,
                1465   ὡς ἀνδρολέτειρ᾽, ὡς μία πολλῶν



                                          66










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   66
        ORISTEADA_0722_v3.indb   66                                  25/07/22   14:45
   263   264   265   266   267   268   269   270   271   272   273