Page 270 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 270

ESQUILO

                     ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ᾽
                     ἀξύστατον ἄλγος ἔπραξεν.

                     Χορος                                 ἀντ. β.
                     δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί-
                     οισι Τανταλίδαισιν,
                1470   κράτος τ᾽ ἰσόψυχον ἐκ γυναικῶν
                     καρδιόδηκτον ἐμοὶ κρατύνεις.
                     ἐπὶ δὲ σώματος δίκαν μοι
                     κόρακος ἐχθροῦ σταθεῖσ᾽ ἐκνόμως
                     ὕμνον ὑμνεῖν ἐπεύχεται


                     Κλυταιμηςτρα
                1475   νῦν δ᾽ ὤρθωσας στόματος γνώμην,
                     τὸν τριπάχυντον
                     δαίμονα γέννης τῆσδε κικλήσκων.
                     ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
                     νείρᾳ τρέφεται, πρὶν καταλῆξαι
                1480   τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.

                     Χορος                                 στρ. γ.
                     ἦ μέγαν οἰκονόμον
                     δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
                     φεῦ φεῦ, κακὸν αἶνον ἀτη-
                     ρᾶς τύχας ἀκορέστου:
                1485   ἰὴ ἰή, διαὶ Διὸς
                     παναιτίου πανεργέτα:
                     τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;
                     τί τῶνδ᾽ οὐ θεόκραντόν ἐστιν;

                                          67










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   67
        ORISTEADA_0722_v3.indb   67                                  25/07/22   14:45
   265   266   267   268   269   270   271   272   273   274   275