Page 334 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 334
ESQUILO
ἕκατι δ᾽ ἀμᾶν χερῶν;
ἔπειτ᾽ ἐγὼ νοσφίσας ὀλοίμαν.
Χορος ἀντ. ι.
ἐμασχαλίσθη δέ γ᾽, ὡς τόδ᾽ εἰδῇς:
440 ἔπρασσε δ᾽, ᾇπέρ νιν ὧδε θάπτει,
μόρον κτίσαι μωμένα
ἄφερτον αἰῶνι σῷ.
κλύεις πατρῴους δύας ἀτίμους.
Ηλεκτρα ἀντ. η.
445 λέγεις πατρῷον μόρον: ἐγὼ δ᾽ ἀπεστάτουν
ἄτιμος, οὐδὲν ἀξία:
μυχῷ δ᾽ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν
ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,
χέουσα πολύδακρυν γόον κεκρυμμένα.
450 τοιαῦτ᾽ ἀκούων ἐν φρεσὶν γράφου ˘ ¯.
Χορος ἀντ. θ.
δι᾽ ὤτων δὲ συν-
τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
τὰ μὲν γὰρ οὕτως ἔχει,
τὰ δ᾽ αὐτὸς ὄργα μαθεῖν.
455 πρέπει δ᾽ ἀκάμπτῳ μένει καθήκειν.
Ορεςτης στρ. κ.
σέ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις.
98
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 98
ORISTEADA_0722_v3.indb 98 25/07/22 14:45